-
Notifications
You must be signed in to change notification settings - Fork 5
/
Copy pathtlg0012.tlg001.fick1886.06.xml
402 lines (402 loc) · 39.7 KB
/
tlg0012.tlg001.fick1886.06.xml
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
49
50
51
52
53
54
55
56
57
58
59
60
61
62
63
64
65
66
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80
81
82
83
84
85
86
87
88
89
90
91
92
93
94
95
96
97
98
99
100
101
102
103
104
105
106
107
108
109
110
111
112
113
114
115
116
117
118
119
120
121
122
123
124
125
126
127
128
129
130
131
132
133
134
135
136
137
138
139
140
141
142
143
144
145
146
147
148
149
150
151
152
153
154
155
156
157
158
159
160
161
162
163
164
165
166
167
168
169
170
171
172
173
174
175
176
177
178
179
180
181
182
183
184
185
186
187
188
189
190
191
192
193
194
195
196
197
198
199
200
201
202
203
204
205
206
207
208
209
210
211
212
213
214
215
216
217
218
219
220
221
222
223
224
225
226
227
228
229
230
231
232
233
234
235
236
237
238
239
240
241
242
243
244
245
246
247
248
249
250
251
252
253
254
255
256
257
258
259
260
261
262
263
264
265
266
267
268
269
270
271
272
273
274
275
276
277
278
279
280
281
282
283
284
285
286
287
288
289
290
291
292
293
294
295
296
297
298
299
300
301
302
303
304
305
306
307
308
309
310
311
312
313
314
315
316
317
318
319
320
321
322
323
324
325
326
327
328
329
330
331
332
333
334
335
336
337
338
339
340
341
342
343
344
345
346
347
348
349
350
351
352
353
354
355
356
357
358
359
360
361
362
363
364
365
366
367
368
369
370
371
372
373
374
375
376
377
378
379
380
381
382
383
384
385
386
387
388
389
390
391
392
393
394
395
396
397
398
399
400
401
402
<TEI><text><body>
<l n="1">Τρώων δ᾽ οἰώθη καὶ Ἀχαίων φύλοπις αἴνα·</l>
<l n="2">πόλλα δ᾽ ἂρ ἔνθα καὶ ἔνθ᾽ ἴθυσε μάχα πεδίοιο</l>
<l n="3">ἀλλάλων ἰθυννομένων χαλκήρεα δόρρα,</l>
<l n="4">μέσσαγυς Σιμόεντος ίδὲ Ξάνθοιο ροάων.</l>
<l n="5">Αἴαις δὲ πρῶτος Τελαμώνιος ἔρκος Ἀχαίων</l>
<l n="6">Τρώων ϝρῆξε φάλανγα, φάος δ᾽ ἐτάροισιν ἔθηκε,</l>
<l n="7">ἄνδρα βάλων, ὂς ἄριστος ἑνὶ θράικεσσ᾽ ἐτέτυκτο,</l>
<l n="8">υἶον Εὐσσώρω Ἀκάμαντ᾽ εὖυν τε μέγαν τε.</l>
<l n="9">τὸν ρ᾽ ἔβαλε πρῶτος κόρυθος φάλον ἰπποδασείας,</l>
<l n="10">ἐν δὲ μετώπωι πᾶξε, πέρασε δ᾽ ἂρ ὄστεον εἴσω</l>
<l n="11">αἴχμα χαλκεία· τὸν δὲ σκότος ὄσσ᾽ ἐκάλυψε.</l>
<l n="12">Ἄξυλλον δ᾽ ἂρ ἔπεφνε βόαν ἄγαθος Διομήδης</l>
<l n="13">Τευθρανίδαν, ὂς ἔναιε ἐϋκτιμέναι ἐν Ἀρίσβαι</l>
<l n="14">ἀφνέϊος βιότοιο, φίλος δ᾽ ἔεν ἀνθρώποισι·</l>
<l n="15">πάντας γὰρ φιλέεσκε ὄδωι ἔπι ϝοίκια ναίων.</l>
<l n="16">ἀλλὰ ϝοι οὔ τις τῶν γε τότ᾽ ἄρκεσε λύγρον ὄλεθρον</l>
<l n="17">πρόσθεν ὐπαντιάσαις, ἀλλ᾽ ἄμφω θῦμον ἀπεύρα</l>
<l n="18">αὔτον καὶ θεράποντα Καλέσσιον, ὄς ρα τότ᾽ ἵππων</l>
<l n="19">ἔσκεν ὐπανίοχος· τῶ δ᾽ ἄμφω γαῖαν ἐδύταν.</l>
<l n="20">Δρᾶσον δ᾽ Εὐρύραλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l>
<l n="21">βᾶ δὲ μέτ᾽ Αἴσηπον καὶ Πήδασον, οἴς ποτα νύμφα</l>
<l n="22">νᾶϊς Ἀβαρβαρέα τέκ᾿ ἀμύμονε Βουκολίωνε.</l>
<l n="23">Βουκολίων δ᾽ ἦν υἶος ἀγαύω Λαομέδοντος</l>
<l n="24">πρεσβύτατος γενέαι, σκότιον δὲ ϝε γέννατο μάτηρ·</l>
<l n="25">ποιμαίνων δ᾽ ἐπ᾽ ὄϊσσι μίγη φιλότατι καὶ εὔναι,</l>
<l n="26">ἂ δ᾽ ὐποκυσαμένα διδυμάονε γέννατο παῖδε.</l>
<l n="27">καὶ μὲν τῶν ὐπέλυσε μένος καὶ φαίδιμα γυῖα</l>
<l n="28">Μακιστηϊάδας καὶ ἀπ᾿ ὄμμων τεύχε ἐσύλα.</l>
<l n="29">Ϝαστύϝαλον δ᾽ ἄρ ἔπεφνε μενεπτόλεμος Πολυποίτας·</l>
<l n="30">Πιδύταν δ᾽ Ὀδύσευς Περκώσιον ἐξενάριξε</l>
<l n="31">ἔνχεϊ χαλκείωι, Τεῦκρος δ᾽ Ἀρετάονα δῖον.</l>
<l n="32">Ἀντίλοχος δ᾽ Ἄβληρον ἐνάρρατο δόρρι φαέννωι</l>
<l n="33">Νεστορίδας, Ἔλατον δὲ ϝάναξ ἄνδρων Ἀγαμέμνων·</l>
<l n="34">ναῖε δὲ Σατνιόεντος ἐυρρεέταο πὰρ ὄχθαις</l>
<l n="35">Πήδασον αἰπένναν. Φύλακον δ᾽ ἔλε Λάϊτος ἥρως</l>
<l n="36">φεύγοντ᾽· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξε.</l>
<l n="37">Ἄδραστον δ᾽ ἂρ ἔπειτα βόαν ἄγαθος Μενέλαος</l>
<l n="38">ζώιον ἔλ᾽· ἵππω γάρ ϝοι ἀτυζομένω πεδίοιο,</l>
<l n="39">ὄζωι ἐνὶ βλάφθεντε μυρικίνωι, ἄνκυλον ἄρμα</l>
<l n="40">ϝάξαντ᾽ ἐν πρώτωι ερύμωι, αὔτω μὲν ἐβάταν</l>
<l n="41">πρὸς πόλιν, ἆι περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l>
<l n="42">αὔτος δ᾽ ἐκ δίφροιο παρὰ τρόχον ἐξεκυλίσθη</l>
<l n="43">πράνης ἐν κονίαισι ἐπὶ στόμα. πὰρ δὲ ποι ἔστα</l>
<l n="44">Ἀτρεΐδας Μενέλαος ἔχων δολιχόσκιον ἔνχος.</l>
<l n="45">Ἄδραστος δ᾽ ἂρ ἔπειτα λάβων ἐϝλίσσετο γόννων·</l>
<l n="46">"ζωάγρε᾽, Ἄτρεος υἶε, σὺ δ᾽ ἄξια δέξαι ἄποινα.</l>
<l n="47">πόλλα δ᾽ ἐν ἀφνεΐω πάτρος κειμήλια κεῖται,</l>
<l n="48">χάλκος τε χρῦσός τε πολύκματός τε σίδαρος,</l>
<l n="49">τῶν κέν τος χαρίσαιτο πάτηρ ἀπερέσσι᾽ ἄποινα,</l>
<l n="50">αἴ κεν ἔμε ξώιον πεπύθοιτ᾽ ἐπὶ ναῦσεν Ἀχαίων."</l>
<l n="51">ὦς φάτο, τῶι δ᾽ ἄρα θῦμον ἐνὶ στήθεσσιν ἔπειθε.</l>
<l n="52">καὶ δὴ μὲν τάχ᾽ ἔμελλε θόαις ἐπὶ νᾶας Ἀχαίων</l>
<l n="53">δώσην ϝῶι θεράποντι κατάξεμεν· ἀλλ᾽ Ἀγαμέμνων</l>
<l n="54">ἄντιος ἦλθε θέων καὶ ὁμοκλήσαις ϝέπος ἄυδα·</l>
<l n="55">"ὦ πέπον, ὦ Μενέλαε, τί ἦ δὲ σὺ κάδεαι οὔτως</l>
<l n="56">ἄνδρων; ἢ σοὶ ἄριστα πεποίηται κατὰ ϝοῖκον</l>
<l n="57">πρὸς Τρώων· τῶν μή τις ὐπεκᾳύγοι αἶπυν ὄλεθρον</l>
<l n="58">χέρρας τ᾿ ἀμμετέραις, μηδ᾽ ὄν τινα γάστερι μάτηρ</l>
<l n="59">κόρρον ἔοντα φέροι, μηδ᾽ ὂς φύγοι, ἄλλ᾿ ἅμα πάντες</l>
<l n="60">Ϝιλίω ἒξ ἀπολοίατ᾽ ἀκάδεστοι καὶ ἄφαντοι."</l>
<l n="61">ὠς ϝείπων ἔτρεψε ἀδελφείω φρένας ἥρως,</l>
<l n="62">αἴσιμα παρϝείπων· ὂ δ᾽ ἀπὸ ϝέθεν ὤσατο χέρρι</l>
<l n="63">ἥρω᾽ Ἀδραστον· τὸν δὲ κρεΐων Ἀγαμέμνων</l>
<l n="64">οὖτα κατὰ λαπάραν· ὂ δ᾽ ἀπετράπετ᾽, Ἀτρεΐδας δὲ</l>
<l n="65">λὰξ ἐν στήθεσι βαὶς ἐξέσπασε μέλλινον ἔνχος.</l>
<l n="66">Νέστωρ δ᾽ Ἀργεΐοισι ἐκέκλετο μάκρον αὔσαις·</l>
<l n="67">"ὦ φίλοι ἤρωες Δάναοι, θεράποντες Ἄρευος,</l>
<l n="68">μὴ τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν</l>
<l n="69">μιμνέτω, ὢς κεν πλεῖστα φέρων ἐπὶ νᾶας ἴκηται,</l>
<l n="70">ἀλλ᾽ ἄνδρας κτέννωμεν· ἔπειτα δὲ καὶ τὰ ϝέκαλοι</l>
<l n="71">νέκροις ἂμ πέδιον συλάσετε τεθνάοντας“.</l>
<l n="72">ὦς ϝείπων ὤτρυννε μένος θῦμόν τε ϝεκάστω.</l>
<l n="73">ἔνθα κεν αὖτε Τρῶες Ἄρευι φίλων ὐπ᾽ Ἀχαίων</l>
<l n="74">Ϝίλιον εἲς ἀνέβασαν, ἀναλκίαισει δάμεντες,</l>
<l n="75">αἱ μὴ ἃρ Αἰνείαι τε καὶ Ἔκτορι ϝεῖπε παράσταις</l>
<l n="76">Πριαμίδας Ἔλενος, ὀϊωνοπόλων ὄχ ἄριστος·</l>
<l n="77">"Αἰνεία τε καὶ Ἔκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l>
<l n="78">Τρώων καὶ Λυκίων ἐνκέκλιται, ὠννεκ᾿ ἄριστοι</l>
<l n="79">παῖσαν ἐπ᾽ ἰθύν ἐστε, μάχεσθαί τε φρονέην τε,</l>
<l n="80">στᾶτ᾽ αὔτω καὶ λᾶον ἐρυκάκετε πρὸ πυλάων</l>
<l n="81">πάντη ἐποιχόμενοι, πρὶν αὖτ᾽ ἐν χέρσι γυναίκων</l>
<l n="82">φεύγοντας πέτεμεν, δαίοισι δὲ χάρμα γένεσθαι.</l>
<l n="83">αὐτὰρ ἐπεὶ κε φάλανγας ἐποτρύννητον ἀπαίσαις,</l>
<l n="84">ἄμμες μὲν Δανάοισι μαχεσσόμεθ᾽ αὖθι μένοντες,</l>
<l n="85">καὶ μάλα τερρόμενοί περ· ἀνανκαία γὰρ ἐπείγει·</l>
<l n="86">Ἔκτορ, ἀτὰρ σὺ πόλινδε μετέρχεο, ϝεῖπε δ᾽ ἔπειτα</l>
<l n="87">μάτερι σᾶι καὶ ἔμαι· ἂ δὲ συνάγοισα γεραίαις</l>
<l n="88">νᾶον Ἀθαναίας γλαυκώπιδυς ἐν πόλι ἄκραι</l>
<l n="89">οἴξαισα κλάϊδι θύραις ἰέροιο δόμοιο,</l>
<l n="90">πέπλον, ὄ τις δοκέεε χαριέστατος ἠδὲ μέγιστος</l>
<l n="91">ἔμμεν ἐνὶ μεγάρωι καὶ ϝοι πόλυ φίλτατος αὔται,</l>
<l n="92">θέμμεν Ἀθαναίας ἐπὶ γύννασι εὐυκόμοιο,</l>
<l n="93">καί ϝοι ὐπόσχεσθαι δύο καὶ δέκα βοῦς ἐνὶ νάωι</l>
<l n="94">ἔννις ἀκκέσταις ἰερεύσεμεν, αἴ κ᾽ ἐλεήσηι</l>
<l n="95">ϝάστυ τε καὶ Τρώων ἀλόχοις καὶ νήπια τέκνα,</l>
<l n="96">αἵ κεν Τύδεος υἱον ἀπόσχηι Ϝιλίω ἴρας,</l>
<l n="97">ἄγριον αἰχμάταν, κράτερον μήστωρα φόβοιο“.</l>
<l n="102">ὠς ἔφατ᾽, Ἔκτωρ δ᾽ οὔ τι κασιγνήτωι ἀπίθησε.</l>
<l n="103">αὐτίκα δ᾽ ἐξ ὀχέων σὺν τεύχεσε ἆλτο χάμαζε,</l>
<l n="104">πάλλων δ᾽ ὄξεα δόρρε κατὰ στράτον οἴχετο πάντηι,</l>
<l n="105">ὀτρύννων μαχέσασθαι, ἔγερρε δὲ φύλοπιν αἴναν.</l>
<l n="106">οἲ δ᾽ ἐϝελίχθησαν καὶ ἐνάντιον ἔσταν Ἀχαίων·</l>
<l n="107">Ἀργέϊοι δ᾽ ὐπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l>
<l n="108">φὰν δέ τιν᾽ ἀθανάτων ἐξ ὀρράνω ἀστερόεντος</l>
<l n="109">Τρῶσιν ἀλεξήσοντα κατέλθεμεν· ὠς ἐϝέλιχθεν.</l>
<l n="110">Ἔκτωρ δὲ Τρώεσσι ἐκέκλετο μάκρον ἀῦσαις·</l>
<l n="111">"Τρῶες ὐπέρθυμοι τηλέκλητοί τ᾽ ἐπίκορροι,</l>
<l n="112">ἄννερές ἐστε, φίλοι, μνάσασθε δὲ θούριδος ἄλκας.</l>
<l n="113">ὄφρα κ᾽ ἐγω βάω προτὶ Ϝίλιον ἠδὲ γέροισι</l>
<l n="114">ϝείπω βολλεύταισι καὶ ἀμμετέραισ᾽ ἀλόχοισι</l>
<l n="115">δαίμοσι ἀράσασθαι, ὐπόσχεσθαι δ᾽ ἐκατόμβαις“.</l>
<l n="116">ὠς ἄρα φωνήσαις ἀπέβα κορυθαίολος Ἔκτωρ·</l>
<l n="117">ἀμφὶ δέ μὲν σφύρ᾽ ἔτυπτε καὶ αὔχενα δέρμα κέλαινον,</l>
<l n="118">ἀντυξ, ἂ πυμάτα θέεν ἄσπιδος ὀμφαλοέσσας.</l>
<l n="237">Ἔκτωρ δ᾽ ὠς Σκαίαις τε πύλαις καὶ πύργον ἴκαννε,</l>
<l n="238">ἀμφ᾽ ἄρα μιν Ἰρώων ἄλοχοι θέον ἠδὲ θύγατρες</l>
<l n="239">ἐρρόμεναι παῖδάς τε κασιγνήτοις τε ϝέταις τε</l>
<l n="240">καὶ ποσιας· ὂ δ᾽ ἔπειτα θέοισ᾽ εὔχεσθαι ἀνώγη</l>
<l n="241">παίσαις ἐξαίας· πόλλαισι δὲ καδε᾽ ἐττᾶτττο.</l>
<l n="242">ἀλλ᾽ ὄτα δὴ Πριάμοιο δόμον περικάλλε᾽ ἴκαννε,</l>
<l n="243">ξέσταισ᾽ αἰθοίσαισι τετύγμενον, αὐτὰρ ἐν αὔτωι</l>
<l n="244">πεντήκοντ᾽ ἔνεσαν θάλαμοι ξέστοιο λίθοιο</l>
<l n="245">πλάσιον ἀλλάλων δεδμάμενοι· ἔνθα δὲ παῖδες</l>
<l n="246">κοίμαντο Πριάμοιο παρὰ μνάσταισ᾽ ἀλόχοισι.</l>
<l n="247">κυρράων δ᾽ ἐτέρωθεν ἐνάντιοι ἔνδοθεν αὔλας</l>
<l n="248">δώδεκ᾽ ἔσαν τέγεοι θάλαμοι ξέστοιο λίθοιο</l>
<l n="249">πλάσιον ἀλλάλων δεδμάμενοι· ἔνθα δὲ γάμβροι</l>
<l n="250">κοίμαντο Πριάμοιο πὰρ αἰδοΐαισ᾽ ἀλόχοισι.</l>
<l n="251">ἔνθα οἱ ἠπιόδωρος ἐναντία ἤλυθε μάτηρ</l>
<l n="252">Λαοδίκαν ἐσάγοισα, θυγάτρων ϝεῖδος ἀρίσταν·</l>
<l n="253">ἔν τ᾽ ἄρα ἔοι φῦ χέρρι, ϝέπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὀνόμαζε·</l>
<l n="254">"τέκνον, τίπτε λίπων πόλεμον θράσυν ἐλλήλουθας;</l>
<l n="255">ἠ μάλα δὴ τέρροισι δυσώνυμοι υἶες Ἀχαίων</l>
<l n="256">μαρνάμενοι περὶ ϝάστυ, σὲ δ᾽ ἔνθαδε θῦμος ἀνῆκε</l>
<l n="257">ἔλθοντ᾽ ἐξ ἄκρας πόλιος Δίι χέρρας ἀνάσχην.</l>
<l n="258">ἀλλὰ μέν᾽, ὄφρα κέ τοι μελιϝάδεα ϝοῖνον ἐνείκω,</l>
<l n="259">ὠς σπείσηις Δίι πάτρι καὶ ἄλλοισ᾽ ἀθανάτοισι“.</l>
<l n="263">τὰν δ᾽ ἀμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἔκτωρ·</l>
<l n="264">μή μοι ϝοῖνον ἄερρε μελίφρονα, πότνια μᾶτερ,</l>
<l n="265">"μῇ μ᾽ ἀπογυιώσηις, μένεος δ᾽ ἄλκας τε λάθωμαι·</l>
<l n="266">χέρσι δ᾽ ἀνίπτοισι Δίι λείβην αἴθοπα ἐοῖνον</l>
<l n="267">ἄζομαι· οὐδέ παι ἔστι κελαινέφεϊ Κρονίωνι</l>
<l n="268">αἴματι καὶ λύθρωι πεπαλάγμενον εὐχετάεσθαι.</l>
<l n="269">ἀλλὰ σὺ μὲν πρὸς νᾶον Ἀθαναίας ἀγελαίας</l>
<l n="270">ἔρχεο σὺν θυέεσσι, ἀολλίσσαισα γεραίαις·</l>
<l n="271">πέπλον δ᾽, ὄς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l>
<l n="272">ἔστιν ἐνὶ μεγάρωι καί τοι πόλυ φίλτατος αὔται,</l>
<l n="273">τὸν θὲς Ἀθαναίας ἐπὶ γόννασι ἐϋκόμοιο,</l>
<l n="274">καί οι ὐπόσχεσθαι δύο καὶ δέκα βοῦς ἐνὲ νάωι</l>
<l n="275">ἔννις ἀκκέσταις ἰερεύσεμεν, αἴ χ᾽ ἐλεήσηι</l>
<l n="276">ϝάστυ τε καὶ Τρώων ἀλόχοις καὶ νήπια τέκνα,</l>
<l n="277">αἴ κεν Τύδεος υἶον ἀπόσχηι Ϝιλίω ἴρας,</l>
<l n="278">ἄγριον αἰχμάταν, κράτερον μήστωρα φόβοιο.</l>
<l n="279">ἀλλὰ σὺ μὲν πρὸς νᾶον Ἀθαναίας ἀγελαίας</l>
<l n="280">ἔρχε᾿, ἔγω δὲ Πάριν μετελεύσομαι, ὄφρα καλέσσω,</l>
<l n="281">αἴ κ᾿ ἐθέληι ϝείποντος ἀκούεμεν. ὤς κέ ϝοι αὖθι</l>
<l n="282">γαῖα χάνοι· μέγα γάρ μὲν Ὀλύμπιος ἔτρεφε πῆμα</l>
<l n="283">Τρῶσι τε καὶ Πριάμωι μεγαλήτορι τοῖό τε παῖσι.</l>
<l n="284">αἴ κῆνόν γε ϝἰδοιμι κατέλθοντ᾽ Αὔιδος εἴσω,</l>
<l n="285">φαίην κεν φίλον ἦτορ ὀΐζυος ἐκλελάθεσθαι."</l>
<l n="286">ὠς ἐφατ, ἂ δὲ μόλοισα ποτὶ μέγαρ᾽ ἀμφιπόλοισι</l>
<l n="287">κέκλετο᾽ ταὶ δ᾽ ἂρ ἀόλλισσαν κατὰ ϝάστυ γεραίαις.</l>
<l n="288">αὔτα δ᾽ εἰς θάλαμον κατεβάσετο καεόεντα,</l>
<l n="289">ἐνθ᾽ ἔσαν οἱ πέπλοι παμποίχελα βέργα γυναίκων.</l>
<l n="293">τῶν ἕν᾽ ἀερραμένα Ϝεκάβα φέρε δῶρον Ἀθάναι,</l>
<l n="294">ὂς κάλλιστος ἔεν ποικίλμασι ἠδὲ μέγιστος,</l>
<l n="295">ἄστηρ δ᾽ ὢς ἀπέλαμπε· ἔκειτο δὲ νείατος ἄλλων.</l>
<l n="296">βᾶ δ᾽ ἴμεναι, πόλλαι δὲ μετεσσεύοντο γέραιαι.</l>
<l n="297">αἵ δ᾽ ὄτα νᾶον ἴκαννον Ἀθανας ἐν πόλι ἄκραι,</l>
<l n="298">ταῖσι θύραις ὤειξε θεάννω καλλιπάραυος,</l>
<l n="299">Κίσσηις, ἄλοχος Ἀντάνορος ἱπποδάμοιο·</l>
<l n="300">τὰν γὰρ Τρῶες ἔθηκαν Ἀθαναίας ἰέρειαν.</l>
<l n="301">αἲ δ᾽ ὀλολύγαι παῖσαι Ἀθάναι χέρρας ἀνέσχον.</l>
<l n="302">ἂ δ᾽ ἄρα πέπλον ἔλοισα θεάννω καλλιπάραυος</l>
<l n="303">θῆκεν Ἀθαναίας ἐπὶ γόννασι εὐυχκόμοιο,</l>
<l n="304">εὐχομένα δ᾽ ἄρατο Δίος κόρραι μεγάλοιο·</l>
<l n="305">"πότνι᾽ Ἀθαναία, ϝερυσίπτολι, δῖα θεάων,</l>
<l n="306">ϝάξον δὴ ἔνχος Διομήδεος, ἠδὲ καὶ αὖτον</l>
<l n="307">πράνεα δὸς πέτεμεν Σκαιάων πρόσθα πυλάων,</l>
<l n="308">ὄφρα τοι αὔτικα νῦν δύο καὶ δέκα βοῦς ἐνὲ νάωι</l>
<l n="309">ἔννις ἀκκέσταις ἰερεύσομεν, αἴ κ᾿ ἐλεήσηις</l>
<l n="310">ϝάστυ τε καὶ Τρώων ἀλόχοις καὶ νήπια τέκνα“.</l>
<l n="312">ὦς αἲ μέν ρ᾽ ἤυχοντο Δίος κόρραι μεγάλοιο,</l>
<l n="313">Ἔκτωρ δὲ πρὸς δῶματ᾽ Ἀλεξανδρω ἐβεβάκη</l>
<l n="314">κάλλα, τά ρ᾽ αὖτος ἔτευξε σὺν ἄνδρασι, οἲ τότ᾽ ἄριστοι</l>
<l n="315">ἦσαν ἐνὶ Τροίαι ἐριβώλακι τέκτονες ἄνδρες,</l>
<l n="316">οἴ ϝοι ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὔλαν</l>
<l n="317">ἐνγυθί τε Πριάμοιο καὶ Ἔκτορος ἐν πόλι ἄκραι.</l>
<l n="318">ἔνθ᾽ Ἔκτωρ εἰσῆλθε διίφιλος, ἐν δ᾽ ἄρα χέρρι</l>
<l n="319">ἔνχος ἔχ᾽ ἐνδεκάπαχυ· πάροιθα δ᾽ ἐλάμπετο δόρρος</l>
<l n="320">αἴχμα χαλκεία, περὶ δὲ χρύσεος θέε πόρκας.</l>
<l n="321">τὸν δ᾽ ἦυρ᾽ ἐν θαλάμωι περικάλλεα τεύχε ἔποντα,</l>
<l n="322">ἄσπιδα καὶ θώρακα, καὶ ἄνκυλα τόξ᾽ ἀφάοντα·</l>
<l n="323">Ἀργεΐα δ᾽ Ἐλένα μετ᾽ ἄρα δμώιαισι γύναιξι</l>
<l n="324">ἤστο καὶ ἀμφιπόλοισι περίκλυτα ϝέργ᾽ ἐκκέλευδ.</l>
<l n="325">τὸν δ᾽ Ἔκτωρ νείκεσσε βίδων αἴσχροισι ϝέπεσσι·</l>
<l n="326">"δαιμόνι᾽, οὐ μὲν κάλλα χόλον τόνδ᾽ ἔνθεο θύμωι.</l>
<l n="327">λᾶοι μὲν φθινύθοισι περὶ πτόλιν αἶπύ τε τεῖχος</l>
<l n="328">μαρνάμενοι· σέο δ᾽ ἔννεκ᾽ ἀΰτα τε πτόλεμός τε</l>
<l n="329">ϝάστυ τόδ᾽ ἀμφιδέδαε· σὺ δ᾽ αὖ μαχέσαιο καὶ ἄλλωι,</l>
<l n="330">αἴ τινά που μετίεντα ϝίδοις στυγέρω πολέμοιο.</l>
<l n="331">ἀλλ᾽ ἄνα, μὴ τάχα ϝάστυ πύρος δαίοιο θέρηται."</l>
<l n="332">τὸν δ᾽ αὖτε προσέϝειπε Ἀλέξανδρος θεοιείδης·</l>
<l n="333">"Έκτορ, ἐπεί μὲ κατ᾽ αἶσαν ἐνείκεσας οὐδ᾽ ὐπὲρ αἶσαν,</l>
<l n="334">τὠννεκά τοι ϝερέω· σὺ δὲ σύνθεο καί με ἄκουσον.</l>
<l n="335">οὐ τοι ἔγω Τρώων τόσσον χόλωι οὐδὲ νεμέσσι</l>
<l n="336">ἤμμαν ἐν θαλάμωι, ἔθελον δ᾽ ἄχεϊ προτράπεσθαι.</l>
<l n="337">νῦν δέ μὲ παρϝείποισ᾽ ἄλοχος μαλάχοισι ϝέπεσσι</l>
<l n="338">ὤρμασ᾽ εἰς πόλεμον· δοκέει δέ μοι ὦδε καὶ αὔτωι</l>
<l n="339">λώϊον ἔσσεσθαι· νίκα δ᾽ ἐπαμείβεται ἄνδρας.</l>
<l n="340">ἀλλ᾽ ἄγε νῦν ἐπίμεννον, ἀρεύϊα τεύχεα δύω·</l>
<l n="341">ἢ ἴθ', ἔγω δὲ μέτειμι· κιχήσεσθαι δέ σ᾽ οἵω“.</l>
<l n="342">ὠς φάτο, τὸν δ᾽ οὐ τι προσέφα κορυθαίολος Ἔκτωρ·</l>
<l n="343">τὸν δ᾽ Ἐλένα μύθοισι προσάυδα μελλιχίοισι·</l>
<l n="344">"δαῖερ ἔμειο κύνος κακομαχάνοο κρυοέσσας,</l>
<l n="345">ὤς μ᾽ ὄφελ᾽ ἄματι τῶι, ὄτα μὲ πρῶτον τέκε μάτηρ</l>
<l n="346">οἴχεσθαι προφέροισα κάκα ἀνέμοιο θύελλα</l>
<l n="347">εἰς ὄρος ἠ᾿ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσας,</l>
<l n="348">ἔνθα μὲ κῦμ᾿ ἀπόϝερσε πάρος τάδε ϝέργα γένεσθαι.</l>
<l n="349">αὐτὰρ ἐπεὶ τάδε γ᾽ ὦδε θέοι κάκα τεκμάρραντο,</l>
<l n="350">ἄνδρος ἔπειτ᾽ ὤφελλον ἀμείνονος ἔμμεν ἄκοιτις,</l>
<l n="351">ὂς ϝείδη νέμεσίν τε καὶ αἴσχεα πόλλ᾽ ἀνθρώπων.</l>
<l n="352">τούτωι δ᾽ οὐτ᾽ ἀρ νῦν φρένες ἔμπεδοι οὔτ᾽ ἂρ ὀπίσσω</l>
<l n="353">ἔσσονται· τῶ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l>
<l n="354">ἀλλ᾽ ἄγε νῦν εἴσελθε καὶ ἔζεο τῶιδ᾽ ἐπὶ δίφρωι,</l>
<l n="355">δαῖερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβακε</l>
<l n="356">ἔννεκ᾽ ἔμειο κύνος καὶ Ἀλεξανδρω ἔνεκ᾽ ἄρχας,</l>
<l n="357">οἶσιν ἐπὶ Ζεῦς θῆκε κάχον μόρον, ὠς καὶ ὀπίσσω</l>
<l n="358">ἀνθρώποισι πελώμεθ᾽ αοίδιμοι ἐσσομένοισι."</l>
<l n="359">τὰν δ᾽ ἀμείβετ᾽ ἔπειτα μέγας κορυθαίολος Ἔκτωρ·</l>
<l n="360">"μή μὲ κάτιζ᾽, Ἐλένα, φιλέοισά περ οὐδέ με πείσεις.</l>
<l n="361">ἤδη γάρ μοι θῦμος ἐπέσσυται, ὄφρ᾽ ἐπαμύννω</l>
<l n="362">Τρώεσσ᾽, οἱ μέγ᾽ ἔμειο πόθαν ἀπέοντος ἔχοισι.</l>
<l n="363">ἀλλὰ σύ γ᾽ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὖτος,</l>
<l n="364">ὤς κεν ἔμ᾽ ἔντοσθα πτόλιος καταμάρψηι ἔοντα.</l>
<l n="365">καὶ γὰρ ἔγω ϝοῖκόνδε ἐλεύσομαι, ὄφρα ϝἰδωμαι</l>
<l n="366">ϝοίκηας ἄλοχόν τε φίλαν καὶ νήπιον υἶον.</l>
<l n="367">οὐ γὰρ ϝοῖδ᾽, αἱ ἔτι σφιν ὐπότροπος εἴξομαι αὖτις,</l>
<l n="368">ἠ᾽ ἤδη μ᾽ ὐπὸ χέρσι θέοι δαμάωισιν Ἀχαίων“.</l>
<l n="369">ὦς ἄρα φωνήσαις ἀπέβα κορυθαίολος Ἔκτωρ.</l>
<l n="370">αἶψα δ᾽ ἔπειτ᾽ ἴκαννε δόμοις ἔϋ ναιετάοντας,</l>
<l n="371">οὐδ᾽ ἦυρ᾽ Ἀνδρομάχαν λευκώλενον ἔν μεγάροισι,</l>
<l n="372">ἀλλ᾽ ἄ γε σὺν παῖδι καὶ ἀμφιπόλωι ἐϋπέπλωι</l>
<l n="373">πύργωι ἐπηστάκη γοάοισά τε μυρρομένα τε.</l>
<l n="374">Ἔκτωρ δ᾽ ὠς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν,</l>
<l n="375">ἔστα ἐπ᾽ ὄδδον ἴων, μετὰ δὲ δμώιαισιν ἔϝειπεε·</l>
<l n="376">"εἰ δ᾽ ἄγε μοι, δμῶιαι, ναμέρτεα μυθήσασθε</l>
<l n="377">πῇ ἔβα Ἀνδρομάχα λευκώλενος ἐκ μεγάροιο;</l>
<l n="378">ἠέ πη εἰς γαλόων ἠ᾿ εἰνατέρων ἐϋπέπλων,</l>
<l n="379">ἠ᾽ ἐς ᾿Ἀθαναίας ἐξοίχεται, ἔνθα περ ἄλλαι</l>
<l n="380">Τρῶιαι ἐϋπλόκαμοι δείναν θέον ἰλλάσκονται“;</l>
<l n="381">τὸν δ᾽ αὐτ᾽ ὀτράρα ταμία πρὸς μῦθον ἔϝειπε·</l>
<l n="382">Έκτορ, ἐπεὶ μάλ᾽ ἄνωγας ἀλάθεα μυθήσασθαι,</l>
<l n="383">οὔτε πη εἰς γαλόων οὔτ᾽ εἰνατέρων ἐϊὐπέπλων</l>
<l n="384">οὐδ᾽ ἐς Ἀθαναίας ἐξοίχεται, ἔνθα περ ἄλλαι</l>
<l n="385">Τρῶιαι ἐϋπλόκαμοι δείναν θέον ἰλλάσκονται,</l>
<l n="386">ἀλλ᾿ ἐπἰ πύργον ἔβα μέγαν Υἰλίω, ὤννεκ᾽ ἄκουσε</l>
<l n="387">τέρρεσθαι Τρῶας, μέγα δὲ κρέτος ἔμμεν Ἀχαίων.</l>
<l n="388">ἠ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένα ἀπικάννει,</l>
<l n="389">μαινομέναι ϝεϝίκυια· φέρει δ᾽ ἅμα παῖδα τιθήνα“.</l>
<l n="390">ἦ ρα γύνα ταμία, ὂ δ᾽ ἀπέσσυτο δώματος Ἔκτωρ</l>
<l n="391">τὰν αὔταν ὄδον αὖτις ἐϋκτιμέναις κατ᾽ ἀγυίαις.</l>
<l n="392">εὖτε πύλαις ἴκαννε, διερχόμενος μέγα ϝάστυ,</l>
<l n="393">Σκαίαις, τῇ ἂρ ἔμελλε διεξίμεναι πεδίονδε,</l>
<l n="394">ἔνθ᾽ ἄλοχος πολύδωρος ἐναντία ἦλθε θέοισα</l>
<l n="395">Ἀνδρομάχα, θυγάτηρ μεγαλήτορος Ἀετίωνος,</l>
<l n="396">Ἀετίων ὂς ἕναιε ὐπὸ Πλακωι ὐλλαέσσαι,</l>
<l n="397">θήβαι ὐποπλακίαι. Κιλίκεσσ᾽ ἄνδρεσσι ϝανάσσων·</l>
<l n="398">τῶ πὲρ δὴ θυγάτηρ ἔχετ᾽ Ἔκτορι χαλκοκορύσται·</l>
<l n="399">ἄ ϝοι ἔπειτ᾽ ἄντησ᾽, ἀμα [τᾶι γε καὶ] ἀμφίπολος κίεν αὔται</l>
<l n="400">παῖδ᾽ ἐπὶ κόλπωι ἔχοισ᾽ ἀταλάφρονα, νήπιον αὔτως,</l>
<l n="401">Ἐκτορίδαν ἀγάπατον, ἀλίνκιον ἄστερι κάλλωι,</l>
<l n="402">τόν ρ᾽ Ἔκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l>
<l n="403">ϝαστυϝάνακτ᾽· οἶος γὰρ ϝρύετο Ϝίλιον Ἔκτωρ.</l>
<l n="404">ἦ τοι ὂ μεν μείδασε ϝίδων εἰς παῖδα σιώπαι·</l>
<l n="405">Ἀνδρομάχα δέ οι ἄνχι παρίστατο δάκρυ χέοισα,</l>
<l n="406">ἔν τ᾽ ἄρα οι φῦ χέρρι, ϝέπος τ᾽ ἔφατ᾽ ἐκ τ᾽ ὁμόμαζε·</l>
<l n="407">"δαιμόνιε, φθίσσει σε τὸ σὸν μένος, οὐδ᾽ ἐλεαίρεις</l>
<l n="408">παῖδά τε νηπίαχον καὶ ἔμ᾽ ἄμμορον, ἂ τάχα χήρα</l>
<l n="409">σεῖ᾽ ἔσομαι· τάχα γάρ σε κατακτανέοισιν Ἄχαιοι</l>
<l n="410">πάντες ἐπορμάθεντες· ἔμοι δέ κε κέρδιον εἴη</l>
<l n="411">σεῖ᾽ ἀπαμαρτοίσαι χθόνα δύμεναι· οὐ γὰρ ἔτ᾽ ἄλλα</l>
<l n="412">ἔσται θαλπώρα, ἐπεὶ ἂρ σύ γε πότμον ἐπίσπηις,</l>
<l n="413">ἀλλ᾽ ἄχε'· οὐδέ μοι ἔστι πάτηρ καὶ πότνια μάτηρ.</l>
<l n="414">ἦ τοι γὰρ πάτερ᾽ ἄμμον ἀπέκτανε δῖος Ἀχίλλευς,</l>
<l n="415">ἐκ δὲ πόλιν πέρσε Κιλίκων ἔϋ ναιετάοισαν,</l>
<l n="416">θήβαν ὐψίπτυλον· κατὰ δ᾽ ἔκτανε Ἀετίωνα,</l>
<l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θύμωι,</l>
<l n="418">ἀλλ᾽ ἄρα μιν κατέκαε σὺν ἔντεσι δαιδαλέοισι</l>
<l n="419">ἠδ᾽ ἐπὶ σᾶμ᾽ ἔχεε· περὶ δὲ πτελέαις ἐφύτευσαν</l>
<l n="420">νύμφαι ὀρεστίαδες, κόρραι Δίος αἰγιόχοιο.</l>
<l n="421">οἲ δέ μοι ἔπτα κασίγνητοι ἔσαν ἐν μεγάροισι,</l>
<l n="422">οἱ μὲν πάντες ἴωι κίον ἅματι Αὔιδος εἴσω.</l>
<l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχίλλευς</l>
<l n="424">βοῦσιν ἐπ᾽ ἐλλιπόδεσσι καὶ ἀργένναισ᾽ ὀΐεσσι.</l>
<l n="425">μάτερα δ᾽, ἂ βασίλευε ὐπὸ Πλάκωι ὐλλαέσσαι,</l>
<l n="426">τὰν ἐπεὶ ἂρ δεῦρ ἀγαγ᾽ ἄμ᾽ ἄλλοισι κτεάτεσσι,</l>
<l n="427">ἂψ ὄ γε τὰν ἀπέλυσε λάβων ἀτπεερέσσι᾽ ἄστοινα,</l>
<l n="428">πάτρος δ᾽ ἐν μεγάροισι βάλ᾽ Ἄρτεμις ἰοχέαιρα.</l>
<l n="429">Ἔκτορ, ἀτὰρ σύ μοι ἐσσὶ πάτηρ καὶ πότνια μάτηρ</l>
<l n="430">ἠδὲ κασίγνητος, σὺ δέ μοι θάλερος παρακοίτας,</l>
<l n="431">ἀλλ᾽ ἄγε νῦν ἐλέαιρε καὶ αὔτοθε μίμν᾽ ἐπὲ πύργωι,</l>
<l n="432">μὴ παῖδ᾽ ὀρφάνικον θήηις χήραν τε γύναικα·</l>
<l n="433">λᾶον δὲ στᾶσον πὰρ ἐρίννεον, ἔνθα μάλιστα</l>
<l n="434">ἄμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l>
<l n="435">τρὶς γὰρ τῆ γ᾽ ἔλθοντες ἐπερράσαντ᾽ οἱ ἄριστοι</l>
<l n="436">ἀμφ᾽ Αἴαντε δύω καὶ ἀγάκλυτον Ἰδομένηα</l>
<l n="437">ἠδ᾽ ἀμφ᾽ Ἀτρεΐδαις καὶ Τύδεος ἄλκιμον υἶον·</l>
<l n="438">ἢ που τίς σφιν ἔνισπε θεοπροπίων ἔϋ ϝείδως,</l>
<l n="439">ἢ νυ καὶ αὔτων θῦμος ἐποτρύννει καὶ ἀνώγει“.</l>
<l n="440">τὰν δ᾽ αὐτε προσέϝειπε μέγας κορυθαίολος ᾿Ἔκτωρ·</l>
<l n="441">"ἦ καὶ ἔμοι τὰδε πάντα μέλει, γύναι· ἀλλὰ μάλ᾽ αἴνως</l>
<l n="442">αἰδέομαι Τρῶας καὶ Τρώιαδας ἐλκεσιπέπελοις,</l>
<l n="443">αἴ κε κάκος ὢς νόσφιν ἀλυσκάζω πολέμοιο·</l>
<l n="444">οὐδέ με θῦμος ἄνωγε, ἐπεὶ μάθον ἔμμεναι ἔσλος</l>
<l n="445">αἴει καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι,</l>
<l n="446">ἀρνύμενος πάτρος τε μέγα κλέος ἠδ᾽ ἔμον αὔτω.</l>
<l n="447">εὖ γὰρ ἔγω τόδε ϝοῖδα κατὰ φρένα καὶ κατὰ θῦμον·</l>
<l n="448">ἔσσεται ἆμαρ ὄτ᾽ ἂν ποτ᾽ ὀλώληι Ϝίλιος ἴρα</l>
<l n="449">καὶ Πρίαμος καὶ λᾶος ἐϋμμελίω Πριάμοιο.</l>
<l n="450">ἀλλ᾽ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l>
<l n="451">οὔτ᾽ αὔτας Ϝεκάβας οὔτε Πριάμοιο ϝάνακτος</l>
<l n="452">οὔτε κασιγνήτων, οἴ κεν πόλεές τε καὶ ἔσλοι</l>
<l n="453">ἐν κονίαισι πέτοιεν ὐπ᾽ ἄνδρασι δυσμενέεσσι,</l>
<l n="454">ὄσσον σεῖ᾽, ὄτα κέν τις Ἀχαίων χαλκοχιτώνων</l>
<l n="455">δακρυόεσσαν ἄγηται, ἐλεύθερον ἆμαρ ἀπούραις.</l>
<l n="456">καί κεν ἐν Ἄργε᾽ ἔοισα πρὸς ἄλλας ἴστον ὐφαίνοις,</l>
<l n="457">καί κεν ὔδωρ φορέοις Μεσσήιδος ἠ ᾽Υπερείας</l>
<l n="458">πόλλ᾽ ἀϝεκαζομένα, κρατέρα δ᾽ ἐπικείσετ᾽ ἀνάνχα·</l>
<l n="459">καί ποτά τις ῥείπησι ϝίδων κατὰ δάκρυ χέοισαν·</l>
<l n="460">"Ἔκτορος ἄδε γύνα, ὂς ἀριστεύεσκε μάχεσθαι</l>
<l n="461">Τρώων ἱππτοδάμων, ὄτα Ϝίλιον ἀμφεμάχοντο“.</l>
<l n="462">ὠς ποτά τις Ϝερέει· σοὶ δ᾽ αὖ νέον ἔσσεται ἄλγος</l>
<l n="463">χήτεϊ τοίωδ᾽ ἄνδρος, ἀμύννην δόλλιον ἆμαρ.</l>
<l n="464">ἀλλά με τεθνάοντα χύτα κατὰ γαῖα καλύπτοι,</l>
<l n="465">πρίν γέ τε σᾶς τε βόας σῶ τ᾽ ἐλκήθμοιο πύθεσθθαι“.</l>
<l n="466">ὤς ϝείπτων ϝῶ παῖδος ὀρέξατο φαίδιμος Ἔκτωρ.</l>
<l n="467">ἂψ δ᾽ ὀ πάϊς πρὸς κόλπον ἐϋζώννοιο τιθήνας</l>
<l n="468">ἐκλίνθη ϝιάχων, πάτρος φίλω ὄψιν ἀτύχθεις,</l>
<l n="469">ταρβήσαις χάλκον τε ἰδὲ λόφον ἰππιοχαίταν,</l>
<l n="470">δεῖνον ἀπ᾽ ἀκροτάτας κόρυθος νεύοντα νοήσαις.</l>
<l n="471">ἐκ δ᾽ ἐγέλασσε πάτηρ τε φίλος καὶ πότνια μάτηρ·</l>
<l n="472">αὔτιχ' ἀπὸ κράατος κόρυθ' ἤλετο φαίδιμος Ἔκτωρ,</l>
<l n="473">καὶ τὰν μὲν κατέθηκε ἐπὶ χθόνι παμφανάοισαν·</l>
<l n="474">αὐτὰρ ὂ ϝὸν φίλον υἶον ἐπεὶ κύσε πᾶλλέ τε χέρσι,</l>
<l n="475">ϝεῖπεν ἐπευξάμενος Δίι τ᾽ ἄλλοισι τε θέοισι·</l>
<l n="476">"Ζεῦ ἄλλοι τε θέοι, δότε δὴ καὶ τόνδε γένεσθαι</l>
<l n="477">παῖδ᾽ ἔμον, ὠς καὶ ἔγω περ, ἀριπρέπεα Τρώεσσι</l>
<l n="478">ὦδε βίαν τ᾽ ἄγαθον καὶ [ϝάστεϊ] ϝῖφι ϝανάσσην·</l>
<l n="479">καί ποτά τις ϝείποι 'πάτρος γ᾽ ὄδε πόλλον ἀμείνων'</l>
<l n="480">ἐκ πολέμω ἀνίοντα· φέροι δ᾽ ἔναρα βροτόεντα</l>
<l n="481">κτένναις δάϊον ἄνδρα, χαρείη δὲ φρένα μάτηρ“.</l>
<l n="482">ὦς είπτων ἀλόχοιο φίλας ἐν χέρσιν ἔθηκε</l>
<l n="483">παϊδ᾽ ἔον᾽ ἂ δ᾽ ἄρα μιν καεώδεϊ δέξατο κόλπωι</l>
<l n="484">δακρύοεν γελάσαισα· πόσις δ᾽ ἐλέησε νοήσαις,</l>
<l n="485">χέρρι τέ μιν κατέξρεξε, έπος τ᾽ ἔφατ' ἔκ τ᾽ ὀνόμαζε·</l>
<l n="486">"δαιμονία, μή μοί τε λίαν ἀκαχίζεο θύμωι·</l>
<l n="487">οὐ γάρ τίς μ᾽ ὐπὲρ αἶσαν ἄνηρ Ἄϝιδι προϊάψει·</l>
<l n="488">μοῖραν δ᾽ οὔ τινα φαμὶ πεφύγμενον ἔμμεναι ἄνδρων,</l>
<l n="489">οὐ κάκον οὐδὲ μὲν ἔσλον, ἐπὴν τὰ πρῶτα γένηται.</l>
<l n="490">ἀλλ᾽ εἰς ϝοῖκον ἴοισα τὰ σ᾽ αὔτας ϝέργα κόμιζε,</l>
<l n="491">ἴστον τ᾽ ἀλακάταν τε, καὶ ἀμφιπόλοισι κέλευε</l>
<l n="492">ϝέργον ἐποίχεσθαι· πόλεμος δ᾽ ἄνδρεσσι μελήσει</l>
<l n="493">παῖσι, μάλιστα δ᾽ ἔμοι, τοὶ Ϝιλίωι ἐνγεγάοισι“.</l>
<l n="494">ὦς ἄρα φωνήσαις κόρυθ᾽ ἤλετο φαίδιμος Ἔκτωρ</l>
<l n="495">ἵππουριν· ἄλοχος δὲ φίλα ϝοῖκόνδ᾽ ἐβεβάκη</l>
<l n="496">ἐντροπαλιζομένα, θάλερον κατὰ δάκρυ χέοισα.</l>
<l n="497">αἶψα δ᾽ ἔπειτ᾽ ἴκαννε δόμοις ἔϋ ναιετάοντας</l>
<l n="498">Ἔκτορος ἀνδροφόνοιο, κιχήσατο δ᾽ ἔνδοθι πόλλαις</l>
<l n="499">ἀμφιπόλοις, ταῖσιν δὲ γόον παίσαισιν ἔνωρσε.</l>
<l n="500">αἲ μὲν ἔτι ζῶιον γόαν Ἔκτορα ϝῶι ἐνὶ ϝοίκωι·</l>
<l n="501">οὐ γάρ μιν ἔτ᾽ ἔφαντο ὐπότροπον ἐκ πολέμοιο</l>
<l n="502">εἴξεσθαι προφύγοντα μένος καὶ χέρρας Ἀχαίων.</l>
<l n="503">οὐδὲ Πάρις δάθυννε ἐν ὐψήλοισι δόμοισι,</l>
<l n="504">ἀλλ ὄ γ᾽ ἐπεὶ κατέδυ κλύτα τεύχεα ποίκιλα χάλκωι,</l>
<l n="505">σεύατ ἔπειτ᾽ ἀνὰ ϝάστυ, πόσι κραίπνοισι πεποίθως.</l>
<l n="506">ὠς δ᾽ ὄτα τις στάτος ἵππος, ἀκοστάσαις ἐπὶ φάτναι</l>
<l n="507">δέσμον ἀπουρήξαις, θεύηι πεδίοιο κροαίνων</l>
<l n="508">εὐώθως λούεσθαι ἐϋρρέεος ποτάμοιο,</l>
<l n="509">κυδιάων· ὔψω δὲ κάρα ἔχει, ἀμφὶ δὲ χαῖται</l>
<l n="510">ὄμμοισ᾽ αὐίσσονται· ὂ δ᾽ ἀγλαΐαφι πεπτοίθως·</l>
<l n="511">ρἰμφα ϝε γόννα φέρει μετὰ ϝήθεα καὶ νόμον ἴππων·</l>
<l n="512">ὦς υἶος Πριάμοιο Πάρις κατὰ Περγάμω ἄκρας,</l>
<l n="513">τεύχεσι παμφαίνων ὤς τ᾽ ἀλέκτωρ ἐβεβάκη</l>
<l n="514">κανχαλάων, τάχεες δὲ πόδες φέρον· αἶψα δ᾽ ἔπειτα</l>
<l n="515">Ἔκτορα δῖον ἔτετμε ἀδέλφεον, εὐτ᾽ ἂρ ἔμελλε</l>
<l n="516">στρέψεσθ᾽ ἐκ χώρας, ὄθι ϝᾶι ὀάριζε γύναικι.</l>
<l n="517">τὸν πρότερος προσέϝειπε Ἀλέξανδρος θεοϝείδης·</l>
<l n="518">"ϝηθέϊ᾽, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l>
<l n="519">δαθύννων, οὐδ᾽ ἦλθον ἐναίσιμον, ὠς ἐκέλευες“.</l>
<l n="520">τὸν δ᾽ ἀπαμειβόμενος προσέφα κορυθαίολος ᾿Ἔκτωρ·</l>
<l n="521">"δαιμόνι᾽ οὔ κεν τίς τοι ἄνηρ, ὂς ἐναίσιμος εἴη,</l>
<l n="522">ϝέργον ἀτιμήσειε μάχας, ἐπεὶ ἄλκιμός ἐσσι·</l>
<l n="523">ἀλλὰ ϝέκων μετίης τε καὶ οὐκ ἐθέλεις· τὸ δ᾽ ἔμον κῆρ</l>
<l n="524">ἄχνυται ἐν θύμωι, ὄτ᾽ ὐπὲρ σέθεν αἴσχε᾽ ἀκούω</l>
<l n="525">πρὸς Τρώων, οἲ ἔχοισι πόλυν πτόνον ἔννεκα σεῖο.</l>
<l n="526">ἀλλ᾽ ἴομεν· τὰ δ᾽ ὔπισθεν ἀρεσσόμεθ᾽, αἴ κέ ποθι Ζεῦς</l>
<l n="527">δώηι ἐπορρανίοισι θέοισ᾽ αἰειγενέταισι</l>
<l n="528">κράτηρα στάσεσθαι ἐλεύθερον ἐν μεγάροισι,</l>
<l n="529">ἐκ Τροίας ἐλάσαντας ἐϋκνάμιδας Ἀχαίοις“.</l>
</body></text></TEI>